Εμφάνιση αναρτήσεων με ετικέτα Ετυμολογική/Λεξιλογική προσέγγιση κειμένων. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ετυμολογική/Λεξιλογική προσέγγιση κειμένων. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 8 Φεβρουαρίου 2017

Σάββατο 8 Οκτωβρίου 2016

ΙΕΡΩΝ Ή ΤΥΡΑΝΝΙΚΟΣ 7.1- 7.4

Ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἤκουσεν ὁ Σιμωνίδης, εἶπεν· Ἔοικεν, ἔφη, ὦ Ἱέρων, μέγα τι εἶναι ἡ τιμή,ἧς ὀρεγόμενοι οἱ ἄνθρωποι πάντα μὲν πόνον ὑποδύονται, πάντα δὲ κίνδυνον ὑπομένουσι. Καὶ ὑμεῖς, ὡς ἔοικε, τοσαῦτα πράγματα ἐχούσης ὁπόσα λέγεις τῆς τυραννίδος, ὅμως προπετῶς φέρεσθε εἰς αὐτήν, ὅπως τιμᾶσθε καὶ ὑπηρετῶσι μὲν ὑμῖν πάντες πάντα τὰ προσταττόμενα ἀπροφασίστως, περιβλέπωσι δὲ πάντες, ὑπανιστῶνται δ’ ἀπὸ τῶν θάκων ὁδῶν τε παραχωρῶσι, γεραίρωσι δὲ καὶ λόγοις καὶ ἔργοις πάντες οἱ παρόντες ἀεὶ ὑμᾶς· τοιαῦτα γὰρ δὴ ποιοῦσι τοῖς τυράννοις οἱ ἀρχόμενοι καὶ ἄλλον ὅντιν’ ἂν ἀεὶ τιμῶντες τυγχάνωσι.Καὶ γάρ μοι δοκεῖ, ὦ Ἱέρων, τούτῳ διαφέρειν ἀνὴρ τῶν
ἄλλων ζῴων, τῷ τιμῆς ὀρέγεσθαι. ἐπεὶ σιτίοις γε καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις πάντα ὁμοίως ἥδεσθαι ἔοικε τὰ ζῷα· ἡ δὲ φιλοτιμία οὔτ’ ἐν τοῖς ἀλόγοις ζῴοις ἐμφύεται οὔτ’ ἐν ἅπασιν ἀνθρώποις· οἷς δ’ ἂν ἐμφύῃ τιμῆς τε καὶ ἐπαίνου ἔρως, οὗτοί εἰσιν ἤδη οἱ πλεῖστον μὲν τῶν
βοσκημάτων διαφέροντες, ἄνδρες δὲ καὶ οὐκέτι ἄνθρωποι μόνον νομιζόμενοι. ὥστε ἐμοὶ μὲν εἰκότως δοκεῖτε ταῦτα πάντα ὑπομένειν ἃ φέρετε ἐν τῇ τυραννίδι, ἐπείπερ τιμᾶσθε διαφερόντως τῶν ἄλλων ἀνθρώπων. καὶ γὰρ οὐδεμία ἀνθρωπίνη ἡδονὴ τοῦ θείου ἐγγυτέρω δοκεῖ εἶναι ἢ ἡ περὶ τὰς τιμὰς εὐφροσύνη.

ἔοικα = δίνω την εντύπωση, μοιάζω
πράγματα ἔχω = έχω προβήματα
προπετῶς = με ορμή
ἀπροφασίστως = χωρις δισταγμό
Ὑπανίσταμαι= σηκώνομαι
θᾶκος = κάθισμα
γεραίρω = δοξάζω, ανταμείβω με τιμές
ἀφροδίσιος = ο σχετικός με τις σαρκικές απολαύσεις
βόσκημα = κτήνος
ἐικότως = εύλογα

ΣΥΝΤΑΞΗ/ΕΠΙΜΕΛΕΙΑ ΚΕΙΜΕΝΟΥ : Λάμπρος Τάτσης
facebook page


Παρασκευή 22 Ιουλίου 2016

ΠΟΛΙΤΕΙΑ Ζ 540 a-c



Χρόνον δέ, ἦ δ’ ὅς, πόσον τοῦτον τιθεῖς;
Πεντεκαίδεκα ἔτη, ἦν δ’ ἐγώ. γενομένων δὲ πεντηκοντουτῶν τοὺς διασωθέντας καὶ ἀριστεύσαντας πάντα πάντῃ ἐν ἔργοις τε καὶ ἐπιστήμαις πρὸς τέλος ἤδη ἀκτέον, καὶ ἀναγκαστέον ἀνακλίναντας τὴν τῆς ψυχῆς αὐγὴν εἰς αὐτὸ ἀποβλέψαι τὸ πᾶσι φῶς παρέχον, καὶ ἰδόντας τὸ ἀγαθὸν αὐτό, παραδείγματι χρωμένους ἐκείνῳ, καὶ πόλιν καὶ ἰδιώτας [b.] καὶ ἑαυτοὺς κοσμεῖν τὸν ἐπίλοιπον βίον ἐν μέρει ἑκάστους, τὸ μὲν πολὺ πρὸς φιλοσοφίᾳ διατρίβοντας, ὅταν δὲ τὸ μέρος ἥκῃ, πρὸς πολιτικοῖς ἐπιταλαιπωροῦντας καὶ ἄρχοντας ἑκάστους τῆς πόλεως ἕνεκα, οὐχ ὡς καλόν τι ἀλλ’ ὡς ἀναγκαῖον πράττοντας, καὶ οὕτως ἄλλους ἀεὶ παιδεύσαντας τοιούτους, ἀντικαταλιπόντας τῆς πόλεως φύλακας, εἰς μακάρων νήσους ἀπιόντας οἰκεῖν· μνημεῖα δ’ αὐτοῖς καὶ θυσίας [c.] τὴν πόλιν δημοσίᾳ ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, ὡς δαίμοσιν, εἰ δὲ μή, ὡς εὐδαίμοσί τε καὶ θείοις.
Παγκάλους, ἔφη, τοὺς ἄρχοντας, ὦ Σώκρατες, ὥσπερ ἀνδριαντοποιὸς ἀπείργασαι.
Καὶ τὰς ἀρχούσας γε, ἦν δ’ ἐγώ, ὦ Γλαύκων· μηδὲν γάρ τι οἴου με περὶ ἀνδρῶν εἰρηκέναι μᾶλλον ἃ εἴρηκα ἢ περὶ γυναικῶν, ὅσαι ἂν αὐτῶν ἱκαναὶ τὰς φύσεις ἐγγίγνωνται.
᾿Ορθῶς, ἔφη, εἴπερ ἴσα γε πάντα τοῖς ἀνδράσι κοινωνήσουσιν, ὡς διήλθομεν.


  • ἦ δ’ ὅς = είπε αυτός(στερεότυπη έκφραση σε Πλάτωνα)
  • τιθεῖς < τίθημι = ορίζω (τίθημι-ἐτίθην-θήσω-ἔθηκα-τέθηκα-ἐτεθήκειν)
  • ἀκτέον < ρηματικό επίθετο από το ρήμα ἄγω
  • ἀνακλίναντας < ἀνακλίνω= σηκώνω
  • ἰδόντες< ὁρῶ
  • ἰδιώτης =πολίτης
  • μέρος= σειρά
  • ἀντικαταλείπω = αφήνω
  • απειργάζω=σμιλεύω
  • διέρχομαι=περιγράφω  


Σύνταξη/Επιμέλεια : Λάμπρος Τάτσης 
Facebook page 

Τρίτη 28 Ιουνίου 2016

ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ 329a-d



[329a] ἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, ὦ Σώκρατες, οἷόν γέ μοι φαίνεται. πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν· οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλ' ἄττα ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες. [329b] ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, ὦ Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτ' αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δ' ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· “πῶς,” ἔφη, [329c] “ὦ Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια; ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι”; καὶ ὅς, “εὐφήμει,” ἔφη, “ὦ ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς.” εὖ οὖν μοι καὶ τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον. παντάπασι γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ ἐλευθερία· ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται, [329d] δεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι. ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλ' ὁ τρόπος τῶν ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, ὦ Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.   



ΛΕΞΙΛΟΓΙΟ/ΕΤΥΜΟΛΟΓΙΑ : 

συνέρχομαι= συγκετρώνομαι

ὀλοφύρομαι= θρηνώ

συνιόντες < συνέρχομαι (βλέπε πρώτη λέξη)

ἀναμιμνησκόμενοι < ἀναμιμνήσκομαι (ἀναμιμνήσκομαι-ἀνεμιμνησκόμην-ἀναμνήσομαι/ἀναμνησθήσομαι-ἀνεμνησάμην/ἀνεμνήσθην-ἀναμέμνημαι-ἀναμεμνήμην)

εὐωχία= δείπνο,φαγοπότι

ἀποστερημένοι < ἀποστερέομαι=στερούμαι( άποστεροῦμαι/ἀποστέρομαι/ἀποστερίσκομαι-ἀπεστερούμην/ἀπεστερόμην-ἀποστερήσομαι/ἀποστερηθήσομαι-ἀπεστερήθην-ἀπεστέρημαι-ἀπεστερήμην)

ἐπεπόνθη<πάσχω (ἐπασχον-πείσομαι-ἐπαθον-πέπονθα-ἐπεπόνθην)

έντετύχηκα<ἐντυγχάνω (ἐνετὐγχανον-ἐντεύξομαι-ἐνέτυχον-ἐντετύχηκα-ἐντετυχήκειν)

λυττῶντα< λυττ(σσ)άω-ῶ ( ἐλύσσων-ἐλύσσησα-λελύσσηκα) ουσ : λύττα-ης=λύσσα,μανία

κατατείνουσαι< κατατείνω=ζορίζω (κατέτεινον-κατατενῶ-κατέτεινα)

χαλάσωσιν< χαλάω=χαλαρώνω (ἐχάλων-χαλάσω-ἐχάλασα-κεχάλακα-ἐκεχαλάκειν)

ἀπηλλάχθαι<ἀπαλλάτομαι (ἀπηλλατόμην- ἀπαλλάξομαι-ἀπηλλαξάμην-ἀπήλλαγμαι-ἀπηλλάγμην)

τρόπος= χαρακτήρας


Σύνταξη/Επιμέλεια κειμένου : Λάμπρος Τάτσης
Facebook page