Χρόνον δέ, ἦ δ’ ὅς, πόσον τοῦτον τιθεῖς;
Πεντεκαίδεκα ἔτη, ἦν δ’ ἐγώ. γενομένων
δὲ πεντηκοντουτῶν τοὺς διασωθέντας καὶ ἀριστεύσαντας πάντα πάντῃ ἐν ἔργοις τε
καὶ ἐπιστήμαις πρὸς τέλος ἤδη ἀκτέον, καὶ ἀναγκαστέον ἀνακλίναντας τὴν τῆς
ψυχῆς αὐγὴν εἰς αὐτὸ ἀποβλέψαι τὸ πᾶσι φῶς παρέχον, καὶ ἰδόντας τὸ ἀγαθὸν αὐτό,
παραδείγματι χρωμένους ἐκείνῳ, καὶ πόλιν καὶ ἰδιώτας [b.] καὶ ἑαυτοὺς κοσμεῖν
τὸν ἐπίλοιπον βίον ἐν μέρει ἑκάστους, τὸ μὲν πολὺ πρὸς φιλοσοφίᾳ διατρίβοντας,
ὅταν δὲ τὸ μέρος ἥκῃ, πρὸς πολιτικοῖς ἐπιταλαιπωροῦντας καὶ ἄρχοντας ἑκάστους τῆς
πόλεως ἕνεκα, οὐχ ὡς καλόν τι ἀλλ’ ὡς ἀναγκαῖον πράττοντας, καὶ οὕτως ἄλλους
ἀεὶ παιδεύσαντας τοιούτους, ἀντικαταλιπόντας τῆς πόλεως φύλακας, εἰς μακάρων
νήσους ἀπιόντας οἰκεῖν· μνημεῖα δ’ αὐτοῖς καὶ θυσίας [c.] τὴν πόλιν δημοσίᾳ
ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, ὡς δαίμοσιν, εἰ δὲ μή, ὡς εὐδαίμοσί τε καὶ
θείοις.
Παγκάλους, ἔφη, τοὺς ἄρχοντας, ὦ
Σώκρατες, ὥσπερ ἀνδριαντοποιὸς ἀπείργασαι.
Καὶ τὰς ἀρχούσας γε, ἦν δ’ ἐγώ, ὦ
Γλαύκων· μηδὲν γάρ τι οἴου με περὶ ἀνδρῶν εἰρηκέναι μᾶλλον ἃ εἴρηκα ἢ περὶ
γυναικῶν, ὅσαι ἂν αὐτῶν ἱκαναὶ τὰς φύσεις ἐγγίγνωνται.
᾿Ορθῶς, ἔφη, εἴπερ ἴσα γε πάντα τοῖς
ἀνδράσι κοινωνήσουσιν, ὡς διήλθομεν.
- ἦ δ’ ὅς = είπε αυτός(στερεότυπη έκφραση σε Πλάτωνα)
- τιθεῖς < τίθημι = ορίζω (τίθημι-ἐτίθην-θήσω-ἔθηκα-τέθηκα-ἐτεθήκειν)
- ἀκτέον < ρηματικό επίθετο από το ρήμα ἄγω
- ἀνακλίναντας < ἀνακλίνω= σηκώνω
- ἰδόντες< ὁρῶ
- ἰδιώτης =πολίτης
- μέρος= σειρά
- ἀντικαταλείπω = αφήνω
- απειργάζω=σμιλεύω
- διέρχομαι=περιγράφω
Σύνταξη/Επιμέλεια : Λάμπρος Τάτσης
Facebook page
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου